Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.83 Joseph. AJ 11.88 (English) >>Joseph. AJ 11.93

11.86ἡμᾶς μετήγαγεν καὶ Μηδίας ἐνθάδε.” τούτους αὐτῶν ποιησαμένων τοὺς λόγους Ζοροβάβηλος καὶ Ἰησοῦς ἀρχιερεὺς καὶ οἱ τῶν πατριῶν ἡγεμόνες τῶν Ἰσραηλιτῶν πρὸς αὐτοὺς ἔφασαν τῆς μὲν οἰκοδομίας αὐτοῖς ἀδύνατον εἶναι κοινωνεῖν, αὐτῶν προσταχθέντων κατασκευάσαι τὸν ναὸν πρότερον μὲν ὑπὸ Κύρου νῦν δὲ ὑπὸ Δαρείου· 11.87προσκυνεῖν δὲ αὐτοῖς ἐφιέναι καὶ τοῦτο μόνον εἶναι κοινόν, εἰ βούλονται, πρὸς αὐτοὺς καὶ πᾶσιν ἀνθρώποις ἀφικνουμένοις εἰς τὸ ἱερὸν σέβειν τὸν θεόν. 11.88

Ταῦτʼ ἀκούσαντες οἱ Χουθαῖοι, τὴν γὰρ προσηγορίαν οἱ Σαμαρεῖται ταύτην ἔχουσιν, ἠγανάκτησαν καὶ πείθουσιν τὰ ἐν Συρίᾳ ἔθνη τῶν σατραπῶν δεηθῆναι τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ Κύρου πρότερον εἶτʼ ἐπὶ Καμβύσου μετʼ αὐτόν, ἐπισχεῖν τὴν τοῦ ναοῦ κατασκευὴν καὶ σπουδάζουσιν περὶ αὐτὸν τοῖς Ἰουδαίοις ἀναβολὴν καὶ τριβὴν πραγματεύσασθαι. 11.89κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀναβάντων εἰς Ἱεροσόλυμα Σισίνου τοῦ τῆς Συρίας καὶ Φοινίκης ἐπάρχου καὶ Σαρωβαζάνου μετὰ καί τινων ἑτέρων καὶ τοὺς ἡγεμόνας τῶν Ἰουδαίων ἐρομένων, τίνος αὐτοῖς συγχωρήσαντος οὕτως οἰκοδομοῦσιν τὸν ναόν, ὡς φρούριον μᾶλλον αὐτὸν εἶναι ἱερόν, καὶ τί δήποτε τὰς στοὰς καὶ τὰ τείχη περιβεβλήκασιν τῇ πόλει σφόδρα ὀχυρά, 11.90Ζοροβάβηλος καὶ ἀρχιερεὺς Ἰησοῦς δούλους μὲν αὐτοὺς ἔφασαν εἶναι τοῦ μεγίστου θεοῦ, τὸν δὲ ναὸν τοῦτον αὐτῷ κατασκευασθέντα ὑπὸ βασιλέως αὐτῶν εὐδαίμονος καὶ πάντας ὑπερβάλλοντος ἀρετῇ πολὺν διαμεῖναι χρόνον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.83 Joseph. AJ 11.88 (English) >>Joseph. AJ 11.93

Powered by PhiloLogic